Add parallel Print Page Options

13 Καὶ λέγει αὐτοῖς· Οὐκ οἴδατε τὴν παραβολὴν ταύτην, καὶ πῶς πάσας τὰς παραβολὰς γνώσεσθε; 14 ὁ σπείρων τὸν λόγον σπείρει. 15 οὗτοι δέ εἰσιν οἱ παρὰ τὴν ὁδὸν ὅπου σπείρεται ὁ λόγος, καὶ ὅταν ἀκούσωσιν [a]εὐθὺς ἔρχεται ὁ Σατανᾶς καὶ αἴρει τὸν λόγον τὸν ἐσπαρμένον [b]εἰς αὐτούς. 16 καὶ οὗτοί εἰσιν [c]ὁμοίως οἱ ἐπὶ τὰ πετρώδη σπειρόμενοι, οἳ ὅταν ἀκούσωσιν τὸν λόγον [d]εὐθὺς μετὰ χαρᾶς λαμβάνουσιν αὐτόν, 17 καὶ οὐκ ἔχουσιν ῥίζαν ἐν ἑαυτοῖς ἀλλὰ πρόσκαιροί εἰσιν, εἶτα γενομένης θλίψεως ἢ διωγμοῦ διὰ τὸν λόγον [e]εὐθὺς σκανδαλίζονται. 18 καὶ [f]ἄλλοι εἰσὶν οἱ εἰς τὰς ἀκάνθας σπειρόμενοι· [g]οὗτοί εἰσιν οἱ τὸν λόγον [h]ἀκούσαντες, 19 καὶ αἱ μέριμναι τοῦ [i]αἰῶνος καὶ ἡ ἀπάτη τοῦ πλούτου καὶ αἱ περὶ τὰ λοιπὰ ἐπιθυμίαι εἰσπορευόμεναι συμπνίγουσιν τὸν λόγον, καὶ ἄκαρπος γίνεται. 20 καὶ [j]ἐκεῖνοί εἰσιν οἱ ἐπὶ τὴν γῆν τὴν καλὴν σπαρέντες, οἵτινες ἀκούουσιν τὸν λόγον καὶ παραδέχονται καὶ καρποφοροῦσιν [k]ἓν τριάκοντα καὶ ἓν ἑξήκοντα καὶ ἓν ἑκατόν.

21 Καὶ ἔλεγεν [l]αὐτοῖς· Μήτι [m]ἔρχεται ὁ λύχνος ἵνα ὑπὸ τὸν μόδιον τεθῇ ἢ ὑπὸ τὴν κλίνην, οὐχ ἵνα ἐπὶ τὴν λυχνίαν [n]τεθῇ; 22 οὐ γάρ ἐστιν [o]κρυπτὸν ἐὰν μὴ [p]ἵνα φανερωθῇ, οὐδὲ ἐγένετο ἀπόκρυφον ἀλλ’ ἵνα [q]ἔλθῃ εἰς φανερόν. 23 εἴ τις ἔχει ὦτα ἀκούειν ἀκουέτω. 24 καὶ ἔλεγεν αὐτοῖς· Βλέπετε τί ἀκούετε. ἐν ᾧ μέτρῳ μετρεῖτε μετρηθήσεται ὑμῖν καὶ προστεθήσεται [r]ὑμῖν. 25 ὃς γὰρ [s]ἔχει, δοθήσεται αὐτῷ· καὶ ὃς οὐκ ἔχει, καὶ [t]ὃ ἔχει ἀρθήσεται ἀπ’ αὐτοῦ.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΜΑΡΚΟΝ 4:15 εὐθὺς WH Treg NIV ] εὐθέως RP
  2. ΚΑΤΑ ΜΑΡΚΟΝ 4:15 εἰς αὐτούς WH Treg NIV ] ἐν ταῖς καρδίαις αὐτῶν RP
  3. ΚΑΤΑ ΜΑΡΚΟΝ 4:16 ὁμοίως WH Treg NIV RP ] – NA
  4. ΚΑΤΑ ΜΑΡΚΟΝ 4:16 εὐθὺς WH Treg NIV ] εὐθέως RP
  5. ΚΑΤΑ ΜΑΡΚΟΝ 4:17 εὐθὺς WH Treg NIV ] εὐθέως RP
  6. ΚΑΤΑ ΜΑΡΚΟΝ 4:18 ἄλλοι WH Treg NIV ] οὗτοί RP
  7. ΚΑΤΑ ΜΑΡΚΟΝ 4:18 οὗτοί εἰσιν WH Treg NIV ] – RP
  8. ΚΑΤΑ ΜΑΡΚΟΝ 4:18 ἀκούσαντες WH Treg NIV ] ἀκούοντες RP
  9. ΚΑΤΑ ΜΑΡΚΟΝ 4:19 αἰῶνος WH Treg NA ] + τούτου RP; βίου NIV
  10. ΚΑΤΑ ΜΑΡΚΟΝ 4:20 ἐκεῖνοί WH Treg NIV ] οὗτοί RP
  11. ΚΑΤΑ ΜΑΡΚΟΝ 4:20 ἓν … ἓν … ἓν NIV ] ἐν … ἐν … ἐν WH Treg RP
  12. ΚΑΤΑ ΜΑΡΚΟΝ 4:21 αὐτοῖς Treg NIV RP ] + ὅτι WH
  13. ΚΑΤΑ ΜΑΡΚΟΝ 4:21 ἔρχεται ὁ λύχνος WH Treg NIV ] ὁ λύχνος ἔρχεται RP
  14. ΚΑΤΑ ΜΑΡΚΟΝ 4:21 τεθῇ WH Treg NIV ] ἐπιτεθῇ RP
  15. ΚΑΤΑ ΜΑΡΚΟΝ 4:22 κρυπτὸν WH Treg NIV ] τι κρυπτόν, ὃ RP
  16. ΚΑΤΑ ΜΑΡΚΟΝ 4:22 ἵνα WH NIV ] – Treg RP
  17. ΚΑΤΑ ΜΑΡΚΟΝ 4:22 ἔλθῃ εἰς φανερόν WH Treg NIV ] εἰς φανερὸν ἔλθῃ RP
  18. ΚΑΤΑ ΜΑΡΚΟΝ 4:24 ὑμῖν WH Treg NIV ] + τοῖς ἀκούουσιν RP
  19. ΚΑΤΑ ΜΑΡΚΟΝ 4:25 ἔχει WH Treg NIV ] ἂν ἔχῃ RP
  20. ΚΑΤΑ ΜΑΡΚΟΝ 4:25 WH NIV RP ] ὃς Treg